Ancient Greek · ~2 min
Book 5, Chapter 15
Theophrastus, De causis plantarum (lib. 2-6) 5.15.4
Not analysed yet
Αἱ δ' ἀπὸ τῶν παραφυτευομένων ἢ παραβλαστανόντων αὐτομάτων τῷ ἀφαιρεῖσθαι τὰς τροφὰς θᾶττον δ' ἐὰν ἰσχυρότερα καὶ πλείω, καθάπερ τὰ ἄγρια καὶ ὅσα δὴ πολύρριζα καὶ πολύτροφα καὶ ἐπισχίζοντα καὶ περιπλεκόμενα καὶ καταπνίγοντα καὶ ἐμφυόμενα, καθάπερ ὁ κιττός. Ἐπεὶ καὶ ἡ ἰξία δοκεῖ καὶ ὅλως τὰ ἐμβλαστάνοντα φθείρειν· ὁ δὲ κύτισος καὶ τὸ ἅλιμον τῇ τε πολυτροφίᾳ καὶ τῇ ἁλμυρίδι τῇ περὶ αὐτά· ἰσχυρότερον δὲ τὸ ἅλιμον διὰ τὸ πλείω ἔχειν.