# De causis plantarum (lib. 2-6) 5.15.6

Theophrastus, De causis plantarum (lib. 2-6), Book 5, Chapter 15. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theophrastus/de-causis-plantarum-lib-2-6/5.15.6

Ἡ δ' ὑπὸ τοῦ ἐλαίου καὶ τῆς πίττης καὶ τοῦ στέατος, —καὶ γὰρ ταῦτα φθείρει καὶ μάλιστα τὰ φυτὰ τὰ νέα· καὶ οὐκ ἐῶσιν ἅπτεσθαι καὶ περιπλέκουσιν, —ἐν ἐκείναις ἐστὶ δὲ ταῖς αἰτίαις, ὅτι θερμὰ καὶ λεπτὰ τὴν φύσιν ὄντα διαδύεταί τε πόρρω καὶ πυκνοῖ καὶ ἐπικάει τὸν φλοιόν· σημεῖον δ' ὅτι σκληρύνεται καὶ ἀφίσταται· πονήσαντος δὲ καὶ ἀποσκληρυνθέντος καὶ τούτου καὶ τοῦ ἐντὸς οὐ δύναται διϊέναι ἡ τροφή· τοῦ δ' ἐπικάειν καὶ διαδύεσθαι πόρρω κἀκεῖνο σημεῖον· οἱ γὰρ ἡμεροῦντες τοῦ θέρους ἐπὶ τὰ ὑπολείμματα τῶν ῥιζῶν ἔλαιον ἢ πίτταν ἐπιχέουσιν ἢ τῷ στέατι ἀλείφουσιν, ἅπερ ὅλως ξηραίνουσι καὶ μαλισθ' ἡ πίττα διὰ τὸ ἰσχυροτάτη εἶναι.

---

Theophrastus Phil., De causis plantarum (lib. 2-6). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0093.tlg014.local001/.
