Ancient Greek · ~2 min
Book 5, Chapter 16
Theophrastus, De causis plantarum (lib. 2-6) 5.16.1
Not analysed yet
Λοιπαὶ δὲ τῶν φθορῶν αἱ βίαιοι λεγόμεναι· αὗται δὲ γίνονται πληγῇ ἢ περιαιρέσει τινῶν ἢ κολούσει ἢ τὸ ὅλον ἀφαιρέσει. Ἔνια μὲν γὰρ ἑλκούμενα βαθύτερον ἀπόλλυται διὰ τὴν ξηρότητα καὶ ἀσθένειαν· ὁ δὲ φοῖνιξ καὶ τιτρωσκόμενος εἰς τὸν ἐγκέφαλον, ἐν τούτῳ γὰρ ἡ ζωὴ καὶ ἡ βλάστησις· ὅταν οὖν ἀναξηρανθῇ ἢ τὸ ὅλον ἀλλοιωθῇ, παρεισπεσόντος ἀέρος τε καὶ ἀλλοτρίου θερμοῦ διαφθείρεται καὶ διαφθειρόμενος διΐησιν εἰς τὰ κάτω· τούτου μὲν οὖν καὶ ἰδία τις ἡ φύσις ὥστε καὶ ἐμφανὲς εἶναι τὸ κύριον τοῦ ζῆν.