# De causis plantarum (lib. 2-6) 5.16.2

Theophrastus, De causis plantarum (lib. 2-6), Book 5, Chapter 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theophrastus/de-causis-plantarum-lib-2-6/5.16.2

Ἔνια δ' οὐ πρὸς πληγὴν ἀπαθῆ μόνον, ἀλλὰ καὶ ξύλων ἐξαιρουμένων ἐκ τοῦ στελέχους οἷον ὅσα φύσει καὶ εὐβλαστῆ καὶ ὑγρὰ, καθάπερ πτελέα, πλάτανος, τὰ πολλὰ τῶν παρύδρων· ἡ δὲ πεύκη καὶ δᾳδοκοπουμένη σώζεται· μέγα δὲ ταύτῃ καὶ ἡ λιπαρότης. Ἅπαντα δὲ ταῦτα καὶ τἆλλα μέγεθος ἔχοντα ὑπομένει δι' ὃ καὶ ἐκσηπόμενα σώζεται καὶ ζῇ. Ἐπεὶ καὶ τὴν πεύκην γ' οὐ νέαν δᾳδουργοῦσι, ἀλλ' ὅταν ἐν ἀκμῇ καὶ πορρωτέρω γένηται· νέα γὰρ οὐκ ἔχει διὰ τὸ μὴ πέττειν μηδὲ συναθροίζειν τὸ ὑγρὸν ἀλλ' εἰς τὴν βλάστησιν καὶ τὸ μῆκος καταναλίσκειν· ἅμα γὰρ τῇ εἰς βάθος αὔξῃ καὶ ἡ τοιαύτη διάθεσις καὶ δύναμις ἔοικεν ἀκολουθεῖν.

---

Theophrastus Phil., De causis plantarum (lib. 2-6). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0093.tlg014.local001/.
