Ancient Greek · ~1 min
Book 5, Chapter 17
Theophrastus, De causis plantarum (lib. 2-6) 5.17.4
Not analysed yet
φύσει δὲ ἀπαράβλαστα πάντα καὶ διὰ τὴν ξηρότητα τῶν ῥιζῶν καὶ διὰ τὴν εἰς τὸ ἄνω φορὰν καὶ ἔτι τῷ μονόρριζα εἶναι καὶ τῷ βαθυτέρας ἔχειν. Οὐδαμοῦ γὰρ οὐδὲν περιττὸν οὐδὲ παροχετευόμενον ἐκπίπτει τῆς τροφῆς ὥστε μὴ εἶναι βλαστήσεως ἀρχήν· ὅταν οὖν πάντα ταῦθ' ὑπάρχῃ πᾶσι σχεδὸν ἀναγκαῖον τὴν φθορὰν εἶναι τελείαν·