Ancient Greek
Book 5, Chapter 2
Theophrastus, De causis plantarum (lib. 2-6) 5.2.1
Not analysed yet
Τὰς δὲ μὴ ἐκ τῶν οἰκείων μερῶν, ἀλλ' οἷον ἀκρεμόνων καὶ στελέχους οὐ πόρρω ταύτης ὅταν ἀθροισμὸς εἰς ταῦτα γένηται τῆς γονίμου δυνάμεως· ἀρχῆς γὰρ ἐπισυστάσης ἡ ἐπιρροὴ τῆς τροφῆς ἐξομοιοῦται τῷ ὑποκειμένῳ καθάπερ ἐν τοῖς ἄλλοις. Ἡ δὲ σύστασις οὐκ ἄλογος εἰς τοιαύτην τινὰ κατὰ μόριον ἔλαβε κρᾶσιν, ἀλλ' εὐλογωτέρα πολὺ τῆς ἐν ζώοις γινομένης οἷον εἰ κέρας ἐκ τοῦ στήθους ἤ τι τοιοῦτον ἕτερον· αὕτη γὰρ μείζων ἡ παραλλαγὴ τῶν ἐν τοῖς φυτοῖς ὅσῳ μᾶλλον ὁμοιομερῆ τὰ φυτὰ τῶν ζώων·