Ancient Greek · ~3 min
Book 5, Chapter 3
Theophrastus, De causis plantarum (lib. 2-6) 5.3.3
Not analysed yet
Τοῦτο μὲν οὖν ὥσπερ ἐλέχθη συγχωρεῖται τῷ μὴ θαυμαστῷ. Τὸ δ' ἐπὶ τῶν ῥοῶν εἰ μὲν ὅλων τῶν δένδρων γίνονται μεταβολαὶ παρόμοιον ἄν τι τὸ συμβαῖνον εἴη τοῖς περὶ Κιλικίαν καὶ Αἴγυπτον εἴπερ αὐτόματος ἡ μεταβολή. Τῆς γὰρ χώρας τὸ πάθος καὶ ἡ δύναμις. Εἰ δὲ μὴ ὅλων ἀλλά ποτε τοῦτο συνέβη τῇ τροφῇ καὶ τῇ διαθέσει τὴν αἰτίαν ἀποδοτέον ὡς ἐκ τοιαύτης γεγενημένῃ καὶ κραθείσῃ ἐν τῇ ἀνθήσει. Εἰ δ' ἀνωμάλους ἤνεγκεν ἐν ταῖς ῥίζαις ἡ αἰτία καὶ εἴ τι μέρος ἄλλο κύριον τῷ τὰ μὲν τοιαύτην, τὰ δὲ τοιαύτην λαβεῖν ἢ καὶ ποιῆσαι καὶ ἀναδοῦναι τὴν τροφήν· ἅμα δὲ καὶ τὸν ἀέρα συνεργεῖν τι, καὶ γὰρ ὑπὸ τούτων γίγνονται διαφοραί.