Ancient Greek · ~2 min
Book 5, Chapter 3
Theophrastus, De causis plantarum (lib. 2-6) 5.3.5
Not analysed yet
αἱ δ' ἄλλαι μεταβολαὶ μάλιστα τὰς εἰρημένας ἂν ἔχοιεν αἰτίας ὁμοίως ἐπὶ πάντων εἴτε χρώμασιν εἴτε χυλοῖς εἴτε ἄλλῳ τινὶ μεταβάλλουσιν. Αἱ γὰρ τροφαὶ τὰς διαθέσεις ἀλλοιοῦσι καὶ μεθίστασιν ὁτὲ μὲν κρατούμεναι, ὁτὲ δὲ κρατοῦσαι καθάπερ καὶ ἐν τοῖς ἀπὸ τῶν σπερμάτων φυομένοις, πλὴν ἐνταῦθα ἡ ἔκστασις ἀεὶ πρὸς τὸ χεῖρον, ἀλλ' ἐπὶ τῶν ἐξειργασμένων καὶ ἡμερωμένων ἔχει τὴν ὁμοίωσιν.