Ancient Greek
Book 5, Chapter 4
Theophrastus, De causis plantarum (lib. 2-6) 5.4.7
Not analysed yet
Εἰ δέ ποτε δένδρον ἐκπεσὸν ὑπὸ χειμῶνος ἀνέστη πάλιν αὐτόματον ὥσπερ ἐν Φιλίπποις μὲν ἰτέα, ἐν δὲ Ἀντάνδρῳ πλάτανος καὶ τῆς μὲν οὐδὲν ἀφῃρέθη πλὴν ὅσοι τῶν ἀκρεμόνων κατεκλάσθησαν ἐν τῇ πτώσει, τῆς πλατάνου δὲ ἀφῃρέθη καί τι παρεπελεκήθη τήνδ' αἰτίαν ὑπελάμβανον ὅτι πεσοῦσα ἐπὶ θάτερον μέρος ἀνέσπασε πολλὴν γῆν, ἐπιγενομένου δὲ εἰς νύκτα τότε πνεύματος ἐναντίου καὶ μεγάλου κινήσαντος αὐτὸ διὰ τὸ ἐμπίπτειν τοῖς ἀκρεμόσι ῥοπὴν ἐποίησεν ἐγκείμενον τὸ μέρος καὶ κατασπάσαν ὤρθωσεν· οὕτω γὰρ συνέβη τῷ ἐν Φιλίπποις· τὸ δ' ἕτερον ἐκινήθη μὲν ὁμοίως καὶ τὴν ἀνάσπασιν εἶχε τῆς γῆς, διὰ δὲ τὴν περικοπὴν ἀνέστη ῥᾷον· ἀλλὰ γὰρ ταῦτα μὲν ἴσως ἔξω φυσικῆς αἰτίας ἐστίν· ὑπὲρ δὲ τῶν ἐν αὐτοῖς φυτοῖς ἐκ τῶν εἰρημένων πειρατέον μετιέναι καὶ θεωρεῖν.