Ancient Greek · ~1 min
Book 5, Chapter 6
Theophrastus, De causis plantarum (lib. 2-6) 5.6.11
Not analysed yet
Μέγεθος δὲ γίνεται φακῶν καὶ ἐρεβίνθων τῶν μὲν ἂν ἐν βολίτῳ φυτεύηται τὸ σπέρμα· συντρέχει γὰρ τῇ θερμότητι καὶ ξηρότητι· τῶν δ' ἐρεβίνθων ἐὰν μετὰ τῶν κελύφων βρεχθέντες· ἔλαττον γὰρ τὸ ἀποσηπόμενον καὶ ἡ τροφὴ πλείων ἡ πρώτη· πρώϊοι δὲ ἂν ἅμα τοῖς ἄλλοις σπαρῶσι· καὶ ταῦτα μὲν δή τι θαυμαστὸν ἔχει καὶ ἔνια δοκεῖ καὶ παρὰ φύσιν.