Ancient Greek · ~1 min
Book 5, Chapter 6
Theophrastus, De causis plantarum (lib. 2-6) 5.6.13
Not analysed yet
συμβαίνει δὲ καὶ ἐν ἄλλοις μορίων τινῶν ἀφαιρουμένων ποιεῖν τινα διαφορὰν ὥσπερ ταῖς ἀμπέλοις ὅταν ἡ μήτρα τοῦ κλήματος ξυσθῇ τοὺς βότρυς ἀγιγάρτους εἶναι· καὶ πίστιν ταῦτα παράσχοιτ' ἂν ἴσως τοῖς ἀφ' ἑκάστου τῶν μερῶν λέγουσιν ἀπιέναι σπέρμα· λύσις δ' ἥπερ εἴρηται καὶ ἐπὶ τῶν ζώων.