Ancient Greek · ~3 min
Book 5, Chapter 6
Theophrastus, De causis plantarum (lib. 2-6) 5.6.3
Not analysed yet
Τοῦ δὲ σελίνου περιορύξαντες κάτω μέχρι τῶν ῥιζῶν καχρύδιον περιβάλλοντες καὶ ἄνωθεν τὴν γῆν. Αἴτιον δὲ ὅτι τὴν τροφὴν ἅπασαν αὗται λαμβάνουσιν καὶ οὐ διδόασιν εἰς τοὺς βλαστούς· μὴ μεριζομένης δὲ πλείων ἡ αὔξησις. Ὅσα μὲν οὖν παραβλαστικὰ οἷον κρόμυα ῥίζας ἑτέρας ἀφίησι καὶ ἄλλα δὲ τῶν ἀγρίων· ἡ δὲ ῥαφανὶς μὴ οὖσα παραβλαστικὴ, τροφὴν δὲ λαμβάνουσα καὶ οὐ διαπέμπουσα εἰς τὸ ἄνω παχύνεται καὶ μείζων γίνεται. Τοῦ δὲ μὴ συμβαίνειν φθορὰν καὶ σῆψιν ἡ ἐπίσαξις αἰτία τῆς γῆς ἀποστέγουσα τὸ ὕδωρ καὶ ὅλως πᾶν τὸ ἀλλότριον· τοῖς δὲ σελίνοις τὸ καχρύδιον θερμὸν καὶ χαυνὸν ὂν συνανέλκει μὲν τῇ χαυνότητι τὴν τροφὴν, κατέχει δὲ καὶ οὐ διαδίδωσιν εἰς τὸ ἄνω καὶ ἅμα τῇ θερμότητι πέττει· πολλῆς οὖν τροφῆς γινομένης καὶ πεττομένης πολλὴ καὶ αὔξησις.