Ancient Greek · ~2 min
Book 5, Chapter 6
Theophrastus, De causis plantarum (lib. 2-6) 5.6.5
Not analysed yet
Ὁμοία δ' αἰτία καὶ τοῦ διαμένειν χλωροὺς ἐάν τις φυτεύσας περὶ φρέαρ ὅταν ὦσιν ὡραῖοι καθεὶς ἀποστεγάσῃ· ἡ μὲν γὰρ ἀπὸ τοῦ ἡλίου καὶ τοῦ πνεύματος οὐ γίνεται ξηρότης, ἅμα δὲ καὶ ἡ ἀπὸ τοῦ ὕδατος ἀτμὶς οἷον θάλλοντάς τε παρέχει καὶ κωλύει ξηραίνεσθαι. Τροφὴν δὲ λαμβάνοντες διαμένουσι σωζομένων τῶν ῥιζῶν· ἔμβιοι δὲ γίνονται καὶ θεραπευόμεναι πλείω χρόνον δι' ὃ καὶ ἄν τις περιτεμὼν τὴν βλάστησιν ὅταν καρποτοκήσωσι περισάξῃ γίνονται πάλιν ἐκ τῶν ῥιζῶν σίκυοι καὶ πρωίτεροι πολὺ τῶν σπειρομένων ὅτι προϋπάρχει τὸ τῶν ῥιζῶν.