Ancient Greek · ~2 min
Book 5, Chapter 6
Theophrastus, De causis plantarum (lib. 2-6) 5.6.9
Not analysed yet
Ποιεῖ δὲ μεγάλας καὶ τὰς ῥίζας καὶ τὰς βλάστας καὶ ἐὰν πλείω τις εἰς ταὐτὸ σπέρματα ξυνδήσας εἰς ὀθόνιον φυτεύσῃ, δι' ὃ καὶ ἐπί τινων τοῦτο ποιοῦσι, καθάπερ ἐπὶ τοῦ πράσου καὶ σελίνου καὶ ἑτέρων· ἰσχύει γὰρ τὰ πλείω δῆλον ὅτι μᾶλλον καὶ ἐξ ἁπάντων γίνεται μία τις φύσις. Ἔνια δὲ κατὰ τὴν σπορᾶς ὥραν λαμβάνει μορφὴν ἀλλοίαν, οἷον ἡ γογγυλὶς ἂν εὐθύς τις ἐπὶ τῆς ἅλω φυτεύσῃ πλατεῖα γίνεται· οὕτω δ' ἧττον ῥιζοῦται καὶ διευρύνεται μᾶλλον.