Ancient Greek · ~3 min
Book 5, Chapter 9
Theophrastus, De causis plantarum (lib. 2-6) 5.9.3
Not analysed yet
σκωληκοῦται δὲ μᾶλλον τὰ πρεσβύτερα. Συμβαίνειν δὲ δοκεῖ καὶ τοῦτο τὸ πάθος ἢ διὰ τὰς ἑλκώσεις τῶν περισκαπτομένων ἢ ὅταν ἐκδιψήσῃ διὰ τοὺς αὐχμούς· ἐκ μὲν γὰρ τῆς πληγῆς σήπεται, ἀλλοιούμενα δὲ τῇ σήψει ζωογονεῖ καθάπερ καὶ τὰ ἄλλα· ἐκ δὲ τοῦ διψῆσαι διὰ τὸ ἔλαττον ἔχειν τοῦ συμμέτρου τὸ ὑγρόν· οἷον γὰρ ἔκστασις γίνεταί τις ἐκ φύσεως, ἐν δὲ τῇ ἐκστάσει μεταβολὴ καὶ ἀλλοίωσις, ἐν δὲ τῇ μεταβολῇ διὰ τὴν σῆψιν ἡ ζωογονία. Συμβαίνει δὲ τοῦτο καὶ ἐν ταῖς ἀφαυαινομέναις· ἐνισχύει γὰρ τότε τὸ θερμόν. Σκωληκοῦνται δὲ μάλισθ' αἱ μηλέαι δι' ὃ κἀν τοῖς ἐμπύροις φαῦλαι· ταχὺ γὰρ αἱ ῥίζαι ξηραίνονται.