Ancient Greek · ~2 min
Book 5, Chapter 9
Theophrastus, De causis plantarum (lib. 2-6) 5.9.9
Not analysed yet
Ἐξ ὑπερβολῆς δὲ διὰ τὴν ἐπομβρίαν. Τότε γὰρ διὰ τὴν ἀτροφίαν, —ἀτροφεῖ γὰρ τὸ μὴ κρατοῦν μηδὲ πέττον, —ἐκλευκαίνεταί τε καὶ ἀπόλλυται τὰ δένδρα, καθάπερ ὁ σῖτος· ἐνίοτε δὲ οὐκ ἀπόλλυται μὲν, εἰς δὲ τὴν καρπογονίαν νοσοῦσιν· ἀκαρπεῖ γὰρ τὸ μὴ πέττον μηδὲ κρατοῦν. Τῇ δὲ συκῇ καὶ νόσημά τι συμβαίνει περὶ τὰς ῥίζας, ὃ καλοῦσι λοπᾷν· τοῦτο δ' οἷον μάδισίς τίς ἐστι τῶν ῥιζῶν καὶ (τῶν) μικρὸν ἐπάνω διὰ τὴν πολυϋδρίαν.