# De causis plantarum (lib. 2-6) 6.11.14

Theophrastus, De causis plantarum (lib. 2-6), Book 6, Chapter 11. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theophrastus/de-causis-plantarum-lib-2-6/6.11.14

Ἀλλὰ τοῦτο μὲν ὥσπερ σύμφωνον, οἱ δὲ χυμοὶ καὶ ἐν τοῖς ἄλλοις ὁμοίως ἔχουσι τὰς δυνάμεις. Ἐνίων γὰρ ἐν ταῖς ῥίζαις μάλιστά εἰσι καθάπερ τῶν δριμέων οἷον σκόρδων, κρομύων, ῥαφανίδων, ὡσαύτως δὲ καὶ τῶν φαρμακωδῶν· ἅπασαι δὲ καὶ αὗται σαρκώδεις, οὐ μὴν ἀλλὰ διαμένουσιν αἱ δυνάμεις τῶν φαρμακωδῶν ἀποξηραινομένων μέχρι τινὸς, εἶτ' ἀκμάζουσιν· ἐπεὶ τό γ' ὅλον ἰσχυρότεραι ξηρανθεῖσαι διὰ τὸ ἀφῃρῆσθαι τὸ ὑδατῶδες· οὕτω γὰρ καὶ οἵ γ' ὀποὶ πάντες χρήσιμοι καὶ σωματωθέντες· ἡ δὲ σωμάτωσις ἐκκρινομένου τοῦ ὑδατώδους, δι' ὃ καὶ παρασκευάζουσιν αὐτοὺς τὰ μὲν ἐγχυλίζοντες καὶ ξηραίνοντες τὰ δ' ἐντέμνοντες ὅπως ὁ ἥλιος καὶ ὁ ἀὴρ πήξῃ καθάπερ τὰς ῥητίνας καὶ ὅσα ἄλλα τοιαῦτα καὶ τὸν λιβανωτὸν καὶ τὴν σμύρναν καὶ τὸν ὀπὸν τοῦ σιλφίου.

---

Theophrastus Phil., De causis plantarum (lib. 2-6). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0093.tlg014.local001/.
