# De causis plantarum (lib. 2-6) 6.11.15

Theophrastus, De causis plantarum (lib. 2-6), Book 6, Chapter 11. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theophrastus/de-causis-plantarum-lib-2-6/6.11.15

Ἔστι δὲ [καὶ] τῶν μὲν καὶ ἄνω καὶ ἐν ταῖς ῥίζαις ἡ ἐντομὴ καθάπερ φαρμακωδῶν τέ τινων καὶ τοῦ σιλφίου· καὶ γὰρ ἡ ῥίζα καὶ ὁ καυλὸς ἐντέμνεται καὶ ἑκατέρωθεν ὁ ὀπός· τῶν δὲ μεμερισμένη τῶν μὲν ἐν ταῖς ῥίζαις τῶν δὲ ἐν μὲν τοῖς καυλοῖς ὡς ἂν ἔχωσιν ἑκατέρα τῆς φύσεως· ἐὰν μὲν τὰς ῥίζας εὐχυλοτέρας ταύτας ἐὰν δὲ τὰ ἄνω τοὺς καυλούς· ἐπεὶ ὧν γε ξηραὶ καὶ ξυλώδεις οὐκ ὀπίζουσιν. Ὁμοίως δὲ καὶ τῶν αὐτομάτως ἐπιπηγνυμένων δακρύων οἷον ἐπί τε τῆς σχίνου κἀν ἀκάνθαις τισὶ καὶ εἴ τι τῶν δένδρων διαδίδωσιν ὥσπερ ἀμυγδαλῆ καὶ ἡ ἄρρην ἐλάτη καὶ τέρμινθος· τούτων δὲ καὶ τὰ μὲν καὶ εὔστομα καὶ εὐώδη τὰ δ' ἄχυμα καὶ ἄοσμα καθάπερ τὸ κόμμι τὸ τῆς ἀκάνθης τῆς ἐν Αἰγύπτῳ.

---

Theophrastus Phil., De causis plantarum (lib. 2-6). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0093.tlg014.local001/.
