Ancient Greek · ~1 min
Book 6, Chapter 11
Theophrastus, De causis plantarum (lib. 2-6) 6.11.7
Not analysed yet
Τοῦτο δὲ συμβαίνει καὶ ἐπὶ τῶν ζώων ὅσα διαπιαίνεται· ξυμφράττονται γὰρ οἱ πόροι διὰ τὴν πυκνότητα τῆς πιμελῆς ὥστε μὴ διϊέναι εἰς τέλος τὴν πνοήν· οἷς μὲν οὖν μὴ ἔνεστιν ὅλως λιπαρότης καὶ πιότης ἢ αὕτη μὴ πολλὴ μηδὲ σωματώδης τούτοις οὐ γίνεται τοιαύτη πάχυνσις· οἷς δ' ἔνεστι γίνεται κατισχυούσης τῆς θερμότητος.