Ancient Greek · ~2 min
Book 6, Chapter 12
Theophrastus, De causis plantarum (lib. 2-6) 6.12.7
Not analysed yet
καὶ ἐπὶ τῶν δένδρων καὶ ἐπὶ τοῦ σίτου· τῶν μὲν γὰρ οἱ καρποὶ χρήσιμοι τὰ δὲ φύλλα ἀχρεῖα τῶν δὲ ταῦτα μόνον χρήσιμα τὰ δὲ ἄλλα ὡς ἂν ἐν φαρμάκου λόγῳ. Ὅπερ οὖν ἐπὶ τούτων οὐδὲν κωλύει (εἰ) καὶ ἐπὶ τῆς φιλύρας καὶ ἐπ' ἄλλων δένδρων τινῶν ὁ μὲν καρπὸς ἄβρωτος τὸ δὲ φύλλον γλυκὺ καὶ βρωτόν· ἐκεῖνος μὲν γὰρ τὸ ἄκρατον ἔχων καὶ καθαρὸν τῆς φύσεως, εἴτε ξηρὸς ὢν ἄγαν καὶ ξυλώδης εἴτ' αὐστηρὸς καὶ πικρὸς ἢ κακώδης ἢ καὶ ἄλλην τινὰ ἔχων δυσχέρειαν ἄβρωτος γίνεται, τὸ δὲ φύλλον ὑγρότερον ὂν καὶ ἅμα κεκραμένον ἔχει τινὰ συμμετρίαν.