Ancient Greek · ~2 min
Book 6, Chapter 12
Theophrastus, De causis plantarum (lib. 2-6) 6.12.9
Not analysed yet
Ὅλως δ' ἐν πολλοῖς τοῦτ' ἔστιν ὥστε χλωρὰ μὲν ὄντα βρωτὰ γίνεσθαι καὶ ἔχειν τινὰ χυμὸν διὰ τὸ ἀναμεμίχθαι τῷ ὑδατώδει, καταξηραινόμενα δὲ καὶ λυομένης τῆς κράσεως ἄβρωτα· καὶ γὰρ οἱ τῶν ἀμπέλων βλαστοὶ τοιοῦτοι καὶ οἱ τῶν ἀσφαράγων ἔτι δὲ ἄλλων τινῶν ἀκανθωδῶν ὄντων καὶ τῶν χεδροπῶν ἐνίων οἷον ὤχρων κυάμων καὶ ἁπλῶς ὅσα γλυκύτητά τινα ἔχει. Σχεδὸν δ' ἐστὶ κοινὸν τοῦτο ἐπὶ πάντων ὧν στρυφνότεροι καὶ δριμύτεροι καὶ πικρότεροι καθ' αὑτοὺς οἱ χυλοί· κεραννύμενοι γὰρ ὑπὸ τῆς φύσεως τῷ ὑδατώδει βελτίους καὶ γλυκυτέρους ποιοῦσι τοὺς χυλοὺς, ὅπερ καὶ ἐπὶ τῶν μύρτων γίνεται καὶ τῶν ῥοῶν.