Ancient Greek · ~2 min
Book 6, Chapter 13
Theophrastus, De causis plantarum (lib. 2-6) 6.13.5
Not analysed yet
Ἄλλη δὲ πρὸς ἄλλην δύναμιν οἰκεία χώρα καθάπερ ἐπὶ τῶν καρπῶν· ἔνιαι γὰρ οὐδὲ ἐκπέττουσιν ὅλως τὰς φαρμακώδεις δυνάμεις· ἐπεὶ πολλαχοῦ καὶ μέλας ἐλλέβορός ἐστι καὶ ἄλλαι τῶν ῥιζῶν ἀλλ' ἀμβλεῖαι καὶ ἀδύνατοί τινες. ᾟ καὶ δόξειεν ἂν ψυχροῦ τινος ἀέρος ἅμα καὶ εὔπνου δεῖσθαι καὶ ἔτι τροφῆς συμμέτρου· φαίνεται δ' οὖν ἐν τοῖς ὄρεσι πλεῖστα φάρμακα γίνεσθαι καὶ ἐν τοῖς ὑψηλοτάτοις καὶ μεγίστοις μάλιστα. Καὶ περὶ μὲν τούτων ἱκανῶς εἰρήσθω.