Ancient Greek · ~2 min
Book 6, Chapter 16
Theophrastus, De causis plantarum (lib. 2-6) 6.16.4
Not analysed yet
Ἅμα δὲ καὶ τὴν ὑγρότητα καὶ τὴν ξηρότητα καὶ τὴν πολυτροφίαν καὶ τὴν ὀλιγοτροφίαν καὶ τὴν εὔπνοιαν εἰκός τι συμβάλλεσθαι πρὸς τὰς ὀσμὰς εἴπερ ὅλως καὶ τὰ ξηρὰ καὶ ἐν ξηροῖς καὶ ὀλιγότροφα καὶ ἐν εὔπνοις εὐοσμότερα· μιγνυμένη γὰρ ἡ πλείων ὑγρότης ἀμβλύνει τὴν ὀσμήν· δι' ὃ καὶ ἐν τοῖς παλισκίοις καὶ ἐφύδροις οὐκ εὔοσμα καὶ μάλιστα δὴ τῇ παχύνσει καθάπερ εἴρηται λαμβάνει τὴν μεταβολήν.