Ancient Greek
Book 6, Chapter 17
Theophrastus, De causis plantarum (lib. 2-6) 6.17.13
Not analysed yet
Ὅτι δὲ ἀληθὲς τὸ λεγόμενον ἐκ πολλῶν φανερόν. Ἄλλα γὰρ ἐν ἄλλῃ χώρᾳ καὶ εὔοσμα καὶ εὔχυλα καὶ κάρπιμα καὶ ἄκαρπα καὶ βλαστητικὰ καὶ ἀβλαστῆ. Καὶ γὰρ ἂν ταῦθ' ὑπὸ τὴν αἰτίαν τὴν αὐτὴν πίπτοι περὶ ὧν οὐδὲν ἕτερον ἄν τις αἰτιάσαιτο παρὰ τὴν ἐκ τοῦ ἀέρος κρᾶσιν καὶ τὴν ἐκ τοῦ ἐδάφους τροφήν. Καὶ γὰρ τὰ κωλύοντα καὶ αὔξοντα ταῦτα καὶ τὰ τὴν πέψιν ποιοῦντα καὶ εὐχυλίαν. Ἐπεὶ δὲ καὶ αἱ ὀσμαὶ καὶ οἱ χυλοὶ πολυειδεῖς διὰ τοῦτ' οὐ μία κρᾶσις οὐδὲ μία τροφὴ πᾶσι πρόσφορος ἀλλ' ἑκάστοις ἡ πρὸς τὴν ἰδίαν φύσιν.