# De causis plantarum (lib. 2-6) 6.18.1

Theophrastus, De causis plantarum (lib. 2-6), Book 6, Chapter 18. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theophrastus/de-causis-plantarum-lib-2-6/6.18.1

Ὅθεν καὶ ταύτης τῆς ἀπορίας λύσις διὰ τί ποτε μᾶλλον ὄντων εὐόσμων τῶν θερμῶν τόπων οὐχ ἅπαντα ἐν ἅπασι τοῖς θερμοῖς τὰ εὔοσμα, ἔτι δὲ μᾶλλον διὰ τί ποτε τὰ μὲν παρὰ τοῖς ἄλλοις ἄοσμα παρὰ τούτοις εὔοσμα καθάπερ κάλαμος καὶ σχοῖνος ἐν Συρίᾳ, τὰ δὲ παρὰ τοῖς ἄλλοις εὔοσμα παρ' ἐκείνοις οὐδὲν μᾶλλον ὡς δέ τινές φασι καὶ ἧττον· καίτοι κατὰ λόγον καὶ ταῦτα μᾶλλον· ὑπὸ γὰρ τὴν λεχθεῖσαν αἰτίαν ἅπαντα ταῦτ' ἐστίν. Ἡ γὰρ ἀνωμαλία τοῦ ἀέρος καὶ τῆς τροφῆς ἑτέρων ὄντων τῶν εἰδῶν ἄλλη πρὸς ἄλλους ἁρμόττει.

---

Theophrastus Phil., De causis plantarum (lib. 2-6). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0093.tlg014.local001/.
