Ancient Greek · ~3 min
Book 6, Chapter 18
Theophrastus, De causis plantarum (lib. 2-6) 6.18.3
Not analysed yet
Ἐνιαχοῦ δὲ καὶ τοῖς καθ' ἕκαστα εὔδηλον· ἐν Αἰγύπτῳ γὰρ χείριστα τὰ ἄνθη καὶ τὰ στεφανώμαθ' ὡς εἰπεῖν ὅτι ὁ ἀὴρ ὁμιχλώδης καὶ δροσοβόλος. Ἐν δὲ ταῖς τοιαύταις χώραις οὐ γίνεται τὸ ὅλον εὐωδία διὰ τὸ μὴ γίνεσθαι πέψιν ἀλλὰ μᾶλλον ἐν ταῖς καταξήροις, ἐν ταύτῃ γὰρ ἐκπέττουσιν· ἐπεὶ τὰ περὶ Κυρήνην διὰ ταῦτα εὔοσμα τά τ' ἄλλα καὶ μάλιστα τὸ ῥόδον καὶ ὁ κρόκος. Ἡ γὰρ χώρα λεπτὴ καὶ ξηρὰ καὶ οὐκ ἄγαν θερμὴ καθαρῷ δὲ τῷ ἀέρι καὶ ἀνύδρῳ. Πρὸς εὐωδίαν δὲ αἱ τοιαῦται τροφαὶ συμμετροῦνται· τὸ δὲ ῥόδον καὶ ὁ κρόκος ὀλιγότροφα δι' ὃ καὶ τῶν ἄλλων εὐοσμότερα.