Ancient Greek · ~1 min
Book 6, Chapter 18
Theophrastus, De causis plantarum (lib. 2-6) 6.18.5
Not analysed yet
Οὐ μὴν ἀλλὰ τό γε πλεῖστον ἐν τῇ χώρᾳ τὸ αἴτιον καὶ τὴν ἰδιότητα ποιεῖ πρὸς τὰ ἄλλα τὴν θαυμαζομένην. Τὸ γὰρ αὖ πάλιν μικρόκαρπον εἶναι μήτε λευκὴν ἀλλὰ μέλαιναν οὐχ ὑπεναντίον πρὸς τὴν εὐωδίαν· ἄμφω γὰρ ἡ ξηρότης· αἰτιῶνται δὲ ὡς μικρόμυρτον διὰ τὸ μὴ γίνεσθαι τὸ οὐράνιον ὕδωρ ὡς ἐπιζητοῦντα τὸν καρπὸν, τὰς δὲ δρόσους οὐ βοηθεῖν.