Ancient Greek · ~3 min
Book 6, Chapter 19
Theophrastus, De causis plantarum (lib. 2-6) 6.19.3
Not analysed yet
Δεῖ δὲ τὸ δεξόμενόν τε ἅμα καὶ διατηρῆσον μὴ οὕτω λεπτόν τι ὡς στεγνὸν καὶ φυλακτικόν τι εἶναι· τὸ μὲν γὰρ διΐησιν ὥσπερ ἠθμὸς οὐκ ἔχον ᾧ στέγει· τὸ δὲ σωματωδέστερον καὶ πυκνότερον εἴς τε τὸ δέξασθαι καὶ τηρεῖν εὐφυὲς πρὸς ἄμφω συμμετρίαν ἔχον, ἅπερ ἀμφότερα τῷ οἴνῳ καὶ τῷ ἐλαίῳ συμβέβηκε. Καὶ οἱ μυρεψοὶ δὲ τὰς ὀσμὰς εἰς τὸ ἔλαιον τίθενται· καὶ γὰρ ἄλλως ἁρμόττον πρὸς τὴν χρείαν καὶ ἅμα δύναται μάλιστα θησαυρίζειν διὰ τὴν ἀμεταβλησίαν· τὸ δὲ ὕδωρ εὐθὺς διαπνεῖ καὶ ὥσπερ ἐκπλύνει καὶ διΐστησιν. Ἡ δὲ λεπτότης ὥσπερ εἴπομεν οὐ χρήσιμος, ἐπεὶ οὐδ' ὁ ἀὴρ δύναται κατέχειν ἀλλὰ διαπέμψαι μόνον.