# De causis plantarum (lib. 2-6) 6.2.2

Theophrastus, De causis plantarum (lib. 2-6), Book 6, Chapter 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theophrastus/de-causis-plantarum-lib-2-6/6.2.2

Δῆλον γὰρ ὡς ἐν τῷ αἰσθητηρίῳ τίς ἐστιν ἑτέρα διάθεσις. Ἐπεὶ τό γε τοῦ χυμοῦ σχῆμα ταὐτὸ καὶ ἐν ἄλλῳ ἔοικεν οὐ ταὐτὸ δύνασθαι πανταχοῦ ποιεῖν. Εἰ δὲ τοῦτο ἀληθὲς δεῖ τι ἀνομοιότητος εἶναι τῶν ὑποκειμένων δι' ὃ δὴ καὶ λεκτέον ὑπὲρ αὐτῶν. Ἅμα δὲ κἀκεῖνο φανερὸν ὡς οὐ μία τις δύναμις τοῦ αὐτοῦ σχήματος εἴ γε τἀναντία πέφυκε ποιεῖν ἐν ἄλλῳ καὶ ἄλλῳ· τὸ μὲν γὰρ μὴ πάντα πρὸς τὴν αὑτοῦ δύναμιν ἄγειν οὐχ ὁμοίως ἄτοπον ὥσπερ οὐδὲ τὸ πῦρ κάειν. Εἰ δὲ καὶ ἐναντίως ἔνια διατίθεται τοῦτο πλείονος λόγου δεῖται. Καίτοι κἀκείνου δεῖ τινα λέγειν αἰτίαν.

---

Theophrastus Phil., De causis plantarum (lib. 2-6). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0093.tlg014.local001/.
