Ancient Greek · ~2 min
Book 6, Chapter 4
Theophrastus, De causis plantarum (lib. 2-6) 6.4.5
Not analysed yet
Ἐπεὶ οὐδ' οἱ γλυκεῖς χυμοὶ τρόφιμοι πάντες ἡμῖν, ἀλλ' οἱ μὲν ἐκστατικοὶ καθάπερ ἡ ὁμοία τῷ σκολύμῳ ῥίζα καὶ ἄλλαι τινὲς, οἱ δ' ὑπνωτικοὶ πλείους δὲ διδόμενοι καὶ θανατηφόροι καθάπερ ὁ μανδραγόρας ἔνιοι δὲ ὁμολογουμένως ἐπιθάνατοι· πολλοὶ γὰρ ἤδη καὶ πολλαχοῦ ῥίζας φαγόντες ἃς ἠγνόουν γλυκείας τε τῇ γεύσει καὶ ἡδείας ἀπέθανον καὶ ἄλλα τοιαῦτα πλείω τυγχάνει τὰ μὲν βλάπτοντα τὰ δὲ καὶ ὅλως ἀναιροῦντα τῶν κατὰ τὴν προσφορὰν ἡδέων ἢ ἀλύπων.