Ancient Greek · ~2 min
Book 6, Chapter 4
Theophrastus, De causis plantarum (lib. 2-6) 6.4.7
Not analysed yet
Ἀλλὰ καὶ τὸ ἡμῖν ἄτροφον ἑτέροις τρόφιμον καὶ τὸ ἄλλοις τρόφιμον ἄλλοις ἄτροφον. Ὡς γὰρ ἂν αἱ φύσεις ἔχωσι κατὰ τὰς κράσεις οὕτως καὶ αἱ τροφαὶ καθ' ἕκαστον ἁρμόσουσιν. Ὁμοίως δὲ καὶ αἱ ἡδοναὶ καὶ αἱ λύπαι καὶ αἱ βοήθειαι πρὸς τὰ πάθη καὶ τὰς διαθέσεις ὃ καὶ φανερὰ ποιοῦντα πολλὰ τῶν ζώων ἐστὶν οὐ πρὸς τὰ συμβαίνοντα πάθη μόνον αὐτομάτως ἀλλὰ καὶ κατ' αὐτὰς τὰς ἐδωδὰς ὅταν ἄλλο φάγωσιν ἕτερον ἐπεσθίοντα καθάπερ οἱ ἔχεις τὸ πήγανον ὅταν τὸν σκόρδον.