Ancient Greek · ~3 min
Book 6, Chapter 5
Theophrastus, De causis plantarum (lib. 2-6) 6.5.4
Not analysed yet
Ἀλλὰ τούτου μὲν τὴν αἰτίαν ἐν τῇ δριμύτητι ληπτέον ὥσπερ καὶ τῆς ὀριγάνου καὶ τῶν τοιούτων· ἅπαντα γὰρ φεύγει. Τὸ δὲ μὴ αἰσθάνεσθαι καθάπερ λέγουσιν οὐ σαφὲς ἡμῖν· εἰ μὴ ἄρα καὶ τοὺς πόρους ἐνταῦθα ἄν τις αἰτιάσαιτο καθάπερ ἔνιοι τῶν φυσικῶν τῷ ἢ ἁρμόττειν ἢ μή· δι' ὃ καὶ διαιροῦσι τοῖς μεγέθεσι τὰ μὲν μικρὰ φάσκοντες τῶν τοιῶνδε αἰσθάνεσθαι τὰ δὲ μείζω τῶν τοιῶνδε μᾶλλον οὐχ ἱκανὴν οὐδ' οἰκείαν ἴσως διαίρεσιν διαιροῦντες. Οὐδ' ἐν τοῖς πόροις ἡ αἴσθησις ἀλλὰ μᾶλλον πρὸς τὴν διάθεσιν καὶ τὴν κρᾶσιν τό τε πάθος ἀποδοίη καὶ τὴν ἀπάθειαν ἐν οἷς τὸ ἡδὺ καὶ τὸ λυπηρόν.