Ancient Greek · ~2 min
Book 6, Chapter 6
Theophrastus, De causis plantarum (lib. 2-6) 6.6.9
Not analysed yet
Ἡ δ' οὖν φύσις ἔοικεν ὥσπερ ἐκ μεμιγμένων τινῶν χυμῶν ἐκκρίνειν τῇ πέψει τὸν ἁπλοῦν ᾗ καὶ δόξειεν ἂν ἐναντίως ἢ ἐπὶ τῶν ἄλλων. Ἐν μὲν γὰρ τοῖς ἄλλοις ἐκ μίξεως ἡ γένεσις ἐνταῦθα δ' ὥσπερ ἐξ ἀφαιρέσεως καὶ χωρισμοῦ, καὶ ἔνθα μὲν ἐκ τῶν ἀρχῶν ἔνθα δ' αὐτῆς τῆς ἀρχῆς· ἀρχὴ γὰρ τὸ γλυκὺ, τούτου δ' ἡ πέψις ὡς ἁπλῶς εἰπεῖν.