Ancient Greek · ~2 min
Book 6, Chapter 8
Theophrastus, De causis plantarum (lib. 2-6) 6.8.2
Not analysed yet
Διαμφισβητοῦσι δέ τινες τῷ εἰκότι προσάγοντες ὡς ἄτοπον τὸ μηδὲν πληθύεσθαι τῆς τροφῆς καὶ ὑδάτων ἐπιγινομένων καὶ τῇ αἰσθήσει· φανερὸν γὰρ εἶναι καὶ τῇ πείρᾳ· λευκὰς γὰρ τριβομένας ἔλαττον ἀφιέναι· πασῶν γὰρ ἄριστα ῥεῖν τὰς ἐσχάτας συλλεγομένας καὶ κεχεισμασμένας τε μάλιστα καὶ τετελεωμένας· διὰ γὰρ τὴν τελέωσιν καὶ διὰ τὸ κεχειμάσθαι τοῦ ὑδατώδους ἀφῃρημένου τὸ λοιπὸν ἐκπέττεσθαι μᾶλλον· ὁ μὲν οὖν λόγος ὁ ἀντιλεγόμενος οὗτος.