# De sensu et sensibilibus 14.1

Theophrastus, De sensu et sensibilibus, FRAGMENTUM I.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theophrastus/de-sensu-et-sensibilibus/14.1

CAP. XIV. Πρῶτον μὲν οὖν τὸ πλείους ἀποδοῦναι τὰς ἀρχὰς ἔχει τινὰ ἀπορίαν, οἱ γὰρ ἄλλοι τὸ λευκὸν καὶ τὸ μέλαν ὡς τούτων ἁπλῶν ὄντων μόνων. ἔπειτα τὸ μὴ πᾶσι τοῖς λευκοῖς μίαν ποιῆσαι τὴν μορφὴν ἀλλʼ ἑτέραν τοῖς σκληροῖς καὶ τοῖς ψαθυροῖς. οὐ γὰρ εἰκὸς ἄλλην αἰτίαν εἶναί τοῖς διαφόροις κατὰ τὴν ἁφὴν, οὐδʼ ἄν εἴποις τὸ σχῆμα αἴτιον εἶναι τῆς διαφορᾶς ἀλλὰ μᾶλλον τὴν θέσιν. ἐνδέχεται γὰρ καὶ τὰ περιφερῆ καὶ ἁπλῶς πάντα ἐπισκιάζειν ἑαυτοῖς. σημεῖον δὲ· καὶ γὰρ αὐτὸς ταύτην φέρει τὴν πίστιν, ὅσα τῶν λείων μέλανα φαίνεται. διὰ γὰρ τὴν σύμφυσιν καὶ τὴν τάζιν ὡς τὴν αὐτὴν ἔχοντα τῷ μέλανι φαίνεσθαι τοιαῦτα. καὶ πάλιν ὅσα λευκὰ τῶν τραχέων. ἐκ μεγάλων γὰρ εἶναι ταῦτα καὶ τὰς συνδέσεις οὐ περιφερεῖς ἀλλὰ πῶροκρόσσας· καὶ τῶν σχημάτων τὰς μορφᾶς μιγνυμένας, ὥσπερ ἡ ἀνάβασις καὶ τὰ πρὸ τῶν τειχῶν ἔχει σώματα· τοιοῦτον γὰρ ὄν ἄσκιον εἶναι καὶ οὐ κωλύεσθαι τὸ λαμπρόν. πρὸς δὲ τούτοις πῶς λέγει καὶ ἐξ ὧν τὸ λευκὸν ἐνίων γίνεσθαι μέλαν, εἰ τεθείησαν οὕτως ὥστʼ ἐπισκιάζειν; ὅλως δὲ τοῦ διαφανοῦς καὶ τοῦ λαμπροῦ μᾶλλον ἔοικε τὴν φύσιν ἢ τοῦ λευκοῦ λέγειν. τὸ γὰρ εὐδίοπτον εἶναι καὶ μὴ ἐπαλλάττειν τοὺς πόρους τοῦ διαφανοῦς· ἔτι δὲ τὸ μὲν εὐθεῖς εἶναι τῶν λευκῶν τοὺς πόρους, τῶν δὲ μελάνων ἐπαλλάττειν ὡς εἰσιούσης τῆς φύσεως ὑπολαβεῖν ἐστίν, ὁρᾷν δέ φασι διὰ τὴν ἀπορροὴν καὶ τὴν ἔμφασιν τὴν εἰς τὴν ὄψιν· εἰ δὲ τοῦτο ἐστὶ, τί διοίσει τοὺς πόρους κεῖσθαι κατʼ ἀλλήλους ἢ ἐπαλλάττειν; οὐδὲ τὴν ἀπορροὴν ἀπὸ τοῦ κενοῦ πως γίνεσθαι ῥᾴδιον ὑπολαβεῖν· ὥστε λεκτέον τούτου τὴν αἰτίαν. ἔοικε γὰρ ἀπὸ τοῦ φωτὸς ἢ ἀπὸ ἄλλου τινὸς ποιεῖν τὸ λευκόν. διὸ καὶ τὴν παχύτητα τοῦ ἀέρος αἰτιᾶται πρὸς τὸ φαίνεσθαι μέλαν. ἔτι δὲ οἷς τὸ μέλαν ἀποδίδωσι οὐ ῥᾴδιον καταμαθεῖν· ἡ σκιὰ γὰρ μέλαν τι καὶ ἐπιπρόσθησίς ἐστι τοῦ λευκοῦ· διὸ πρῶτον τὸ λευκὸν τὴν φύσιν. ἅμα δὲ οὐ μόνον τὸ ἐπισκιάζειν ἀλλὰ καὶ τὴν παχύτητα τοῦ ἀέρος καὶ τῆς εἰσιούσης ἀπορροῆς αἰτιᾶται καὶ τὴν ταραχὴν τοῦ ὀφθαλμοῦ. πότερον δὲ ταῦτα συμβαίνει διὰ τὸ μὴ εὐδίοπτον ἢ καὶ ἄλλως γίνοιτʼ ἂν καὶ ποίῳ τὸ μέλαν οὐ διασαφεῖ. ἄτοπον δὲ καὶ τὸ χλωρῶν μὴ ἀποδοῦναι μορφὴν ἀλλὰ μόνον ἐκ τοῦ στερεοῦ καὶ τοῦ κενοῦ ποιεῖν. κοινὰ γὰρ ταὐτά τε πάντων καὶ ἐξ ὁποιωνοῦν ἔσται σχημάτων. χρὴ δʼ ὥσπερ καὶ τοῖς ἄλλοις ἱδιόν τε ποιῆσαι. καὶ εἰ μὲν ἐναντίον τῷ ἐρυθρῷ, καθάπερ τὸ μέλαν τῷ λευκῷ, τὴν ἐναντίαν ἔχει μορφήν· εἰ δʼ εἴη μὴ ἐναντίον αὐτὸ τούτʼ ἄν τις θαυμάσειεν ὅτι τὰς ἀρχὰς οὐκ ἐναντίας ποιεῖ· δοκεῖ γὰρ ἐν πᾶσιν οὕτως. μάλιστα δʼ ἐχρῆν τοῦτο διακριβοῦν ποῖα τῶν χρωμάτων ἁπλᾶ, καὶ διὰ τί τὰ μὲν σύνθετα τὰ δὲ ἀσύνθετα· πλείστη γὰρ ἀπορία περὶ τῶν ἀρχῶν. ἀλλὰ τοῦτο μὲν ἴσως χαλεπόν. ἐπεὶ καὶ τῶν χυμῶν εἴ τις δύναιτο τούς ἁπλοῦς ἀπο δοῦναι μᾶλλον ἂν ὅδε λέγοι. περὶ δὲ ὀσμῆς προσαφορίζειν παρῆκε, πλὴν τοσοῦτον ὅτι τὸ λεπτὸν ἀπορρέον ἀπὸ τῶν βαρέων ποιεῖ τὴν ὀδμήν. ποῖον δέ τι τὴν σύσιν ὂν ὑπὸ τίνος πάσχει οὐκέτι προσέθηκεν, ὅπερ ἴσως ἦν κυριώτατον. Δημόκριτος μὲν οὖν οὕτως ἔνια παρσλείπει.

---

Theophrastus, De sensu et sensibilibus, ed. Friedrich Wimmer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0093.tlg003.local001/.
