Ancient Greek
ΘEOΦPAΣTOΥ ΠEΡΙ ΦΥΤΩN ΙΣTOΡΙΑΣ, Chapter 1
Theophrastus, Enquiry into Plants 1.11
Not analysed yet
τὰ δὲ ἀναλογίᾳ ταὐτὰ τὰ δ᾿ ἄλλον τρόπον. οὔτε γὰρ ῥίζαν πάντ᾿ ἔχει οὔτε καυλὸν οὔτε ἀκρεμόνα οὔτε κλάδον οὔτε φύλλον οὔτε ἄνθος οὔτε καρπὸν οὔτ᾿ αὖ φλοιὸν ἢ μήτραν ἢ ἶνας ἢ φλέβας, οἷον μύκης ὕδνον· ἐν τούτοις δὲ ἡ οὐσία καὶ ἐν τοῖς τοιούτοις· ἀλλὰ μάλιστα ταῦτα ὑπάρχει, καθάπερ εἴρηται, τοῖς δίνδροις κἀκεινων οἰκειότερος ὁ μερισμός πρὸς ὃ καὶ τὴν ἀναφορὰν τῶν ἄλλων ποιεῖσθαι δίκαιον.