# Enquiry into Plants 1.12

Theophrastus, Enquiry into Plants, ΘEOΦPAΣTOΥ ΠEΡΙ ΦΥΤΩN ΙΣTOΡΙΑΣ, Chapter 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theophrastus/enquiry-into-plants/1.12

Σχεδὸν δὲ καὶ τὰς ἄλλας μορφὰς ἑκάστων ταῦτα διασημαίνει. διαφ έρουσι γὰρ πλήθει τῷ τούτων καὶ ὀλιγότητι καὶ πυκνότητι καὶ μανότητι καὶ τῷ ἐφ᾿ ἕν ἤ εἰς πλείω σχίζεσθαι καὶ τοῖς ἄλλοις τοῖς ὁμοίοις. ἔστι δὲ ἕκαστον τῶν εἰρημένων οὐχ ὁμοιομερές· λέγω δὲ οὐχ ὁμοιομερὲς ὅτι ἐκ τῶν αὐτῶν μὲν ὁτιοῦν μέρος σύγκειται τῆς ῥίζης καὶ τοῦ στελέχους, ἀλλ᾿ οὐ λέγεται στέλεχος τὸ ληφθὲν ἀλλὰ μόριον, ὡς ἐν τοῖς τῶν ζώων μέλεσίν ἐστιν. ἐκ τῶν αὐτῶν μὲν γὰρ ὁτιοῦν τῆς κνήμης ἢ τοῦ ἀγκῶνος, οὐχ ὁμώνυμον δὲ καθάπερ σὰρξ καὶ ὀστοῦν, ἀλλ᾿ ἀνώνυμον· οὐδὲ δὴ τῶν ἄλλων οὐδενὸς ὅσα μονοειδῆ τῶν ὀργανικῶν· ἁπάντων γὰρ τῶν τοιούτων ἀνώνυμα τὰ μέρη. τῶν δὲ πολυειδῶν ὠνομασμένα καθάπερ ποδὸς χειρὸς κεφαλῆς, οἶον δάκτυλος ῥὶς ὀφθαλμός. καὶ τὰ μὲν μέγιστα μέρη σχεδὸν ταῦτά ἐστιν.

---

Theophrastus, Enquiry into Plants, ed. Arthur Hort. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0093.tlg001.local001/.
