# Enquiry into Plants 1.3-3

Theophrastus, Enquiry into Plants, Γ, Chapter 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theophrastus/enquiry-into-plants/1.3-3

Ἀλλὰ τὴν ἰτέαν ταχὺ προκαταβάλλειν πρὸ τοῦ τελείως ἁδρῦναι καὶ πέψαι τὸν καρπόν· δι᾿ ὃ καὶ τὸν ποιητὴν οὐ κακῶς προσαγορεύειν αὐτὴν ὠλεσίκαρπον. Τῆς δὲ πτελέας κἀκεῖνο σημεῖον ὑπολαμβάνουσιν· ὅταν γὰρ ἀπὸ τῶν πνευμάτων εἰς τοὺς ἐχομένους τόπους ὁ καρπὸς ἀπενεχθῇ, φύεσθαί φασι. παραπλήσιον δὲ ἔοικεν εἶναι τὸ συμβαῖνον ὃ καὶ ἐπὶ τῶν φρυγανικῶν καὶ ποιωδῶν τινών ἐστιν· οὐκ ἐχόντων γὰρ σπέρμα φανερόν, ἀλλὰ τῶν μὲν οἶον χνοῦν τῶν δ᾿ ἄνθος, ὥσπερ τὸ θύμον. ὅμως ἀπὸ τούτων βλαστάνουσιν. ἐπεὶ ἥ γε πλάτανος ἔχει φανερῶς καὶ ἀπὸ τούτων φύεται. τοῦτο δ᾿ ἐξ ἄλλων τε δῆλον κἀκεῖνο μέγιστον σημεῖον· ὤφθη γὰρ ἤδη ποτὲ πεφυκυῖα πλάτανος ἐν τρίποδι χαλκῷ.

---

Theophrastus, Enquiry into Plants, ed. Arthur Hort. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0093.tlg001.local001/.
