# Enquiry into Plants 1.3-9

Theophrastus, Enquiry into Plants, I, Chapter 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theophrastus/enquiry-into-plants/1.3-9

Ἅπαντα δὲ ταῦτα εὔοσμα καὶ σχεδὸν ὅσα πιότητά τινα ἔχει καὶ λῖπος· ὅσα δ᾿ ἀλιπῆ ταῦτα δ᾿ ἄοσμα, καθάπερ τὸ κόμμι καὶ τὸ τῆς ἀμυγδαλῆς. ἔχει δὲ δάκρυον καὶ ἡ ἰξία ἡ ἐν Κρήτῃ καὶ ἡ τραγάκανθα καλουμένη· ταύτην δὲ πρότερον ᾤοντο μόνον ἐν Κρήτῃ φύεσθαι, νῦν δὲ φανερὰ καὶ ἐν Ἀχαΐδι τῆς Πελοποννήσου καὶ ἄλλοθι καὶ τῆς Ἀσίας περὶ τὴν Μήδειαν. καὶ τούτων μὲν πάντων ἔν τε τοῖς καυλοῖς καὶ τοῖς στελέχεσι καὶ τοῖς ἀκρεμόσι τὸ δάκρυον· ἐνίων δ᾿ ἐν ταῖς ῥίζαις, ὥσπερ τοῦ ἱπποσελίνου καὶ τῆς σκαμμωνίας καὶ ἄλλων πολλῶν φαρμακωδῶν. τῶν δὲ καὶ ἐν τῷ καυλῷ καὶ ἐν τῇ ῥίζῃ· καὶ γὰρ τὸν καυλὸν ὀπίζουσιν ἐνίων καὶ τὰς ῥίζας, ὥσπερ καὶ τοῦ σιλφίου.

---

Theophrastus, Enquiry into Plants, ed. Arthur Hort. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0093.tlg001.local001/.
