Ancient Greek
Γ, Chapter 1
Theophrastus, Enquiry into Plants 1.4-3
Not analysed yet
Ταύτας τε δὴ τὰς γενέσεις ὑποληπτέον εἶναι τῶν ἀγρίων καὶ ἔτι τὰς αὐτομάτους, ἃς καὶ οἱ φυσιολόγοι λέγουσιν· Ἀναξαγόρας μὲν τὸν ἀέρα πάντων φάσκων ἔχειν σπέρματα καὶ ταῦτα συγκαταφερόμενα τῷ ὕδατι γεννᾶν τὰ φυτά· Διογένης δὲ σηπομένου τοῦ ὕδατος καὶ μίξιν τινὰ λαμβάνοντος πρὸς τὴν γῆν· Κλείδημος δὲ συνεστάναι μὲν ἐκ τῶν αὐτῶν τοῖς ζώοις, ὅσῳ δὲ θολερωτέρων καὶ ψυχροτέρων τοσοῦτον ἀπέχειν τοῦ ζῶα εἶναι.