Ancient Greek
I, Chapter 1
Theophrastus, Enquiry into Plants 1.4-9
Not analysed yet
Τὸ μὲν οὖν τοῦ ἱπποσελίνου παρόμοιον τῇ σμύρνῃ· καί τινες ἀκούσαντες ὡς ἐντεῦθεν ἡ σμύρνα ἡγοῦνται βλαστάνειν ἐξ αὐτῆς ἱπποσέλίνον· φυτεύεται γάρ, ὥσπερ ἐλέχθη, καὶ ἀπὸ δακρύου τὸ ἱπποσέλινον, καθάπερ ἡ κρινωνία καὶ ἄλλα. τὸ δὲ τοῦ σιλφίου δριμύ, καθάπερ αὐτὸ τὸ σίλφιον· ὁ γὰρ ὀπὸς καλούμενος τοῦ σιλφίου δάκρυόν ἐστιν. ἡ δὲ σκαμμωνία καὶ εἴ τι ἄλλο τοιοῦτον, ὥσπερ ἐλέχθη, φαρμακώδεις ἔχουσι τὰς δυνάμεις.