Ancient Greek · ~2 min
ΘEOΦPAΣTOΥ ΠEΡΙ ΦΥΤΩN ΙΣTOΡΙΑΣ, Chapter 1
Theophrastus, Enquiry into Plants 1.5
Not analysed yet
Ληπτέον δ᾿ ἐν αὐτοῖς ποῖά τε πᾶσιν ὑπάρχει ταὐτὰ καὶ ποῖα ἴδια καθ᾿ ἕκαστον γένος, ἔτι δὲ τῶν αὐτῶν ποῖα ὅμοια· λέγω δ᾿ οἷον φύλλον ῥίζα φλοιός. οὐ δεῖ δὲ οὐδὲ τοῦτο λανθάνειν εἴ τι κατ᾿ ἀναλογίαν θεωρητέον, ὥσπερ ἐπὶ τῶν ζώων, τὴν ἀναφορὰν ποιουμένους δῆλον ὅτι πρὸς τὰ ἐμφερέστατα καὶ τελειότατα. καὶ ἁπλῶς δὲ ὅσα τῶν ἐν φυτοῖς ἀφομοιωτέον τῷ ἐν τοῖς ζώοις, ὡς ἄν τίς τῴ γ᾿ ἀνάλογον ἀφομοιοῖ. ταῦτα μὲν οὖν διωρίσθω τὸν τρόπον τοῦτον.