# Enquiry into Plants 1.5-2

Theophrastus, Enquiry into Plants, Γ, Chapter 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theophrastus/enquiry-into-plants/1.5-2

Ἀλλ᾿ αὕτη μὲν ἀπηρτημένη πώς ἐστι τῆς αἰσθήσεως. ἄλλαι δὲ ὁμολογούμεναι καὶ ἐμφανεῖς, οἷον ὅταν ἔφοδος γένηται ποταμοῦ παρεκβάντος τὸ ῥεῖθρον ἡ καὶ ὅλως ἑτέρωθι ποιησαμένου, καθάπερ ?? Νέσος ἐν τῇ Ἀβδηρίτιδι πολλάκις μεταβαίνει, καὶ ἄμα τῇ μεταβάσει τοσαύτην ὕλην συγγεννᾷ τοῖς τόποις, ὥστε τῷ τρίτῳ ἔτει συνηρεφεῖν. καὶ πάλιν ὅταν ἐπομβρίαι κατάσχωσι πλείω χρόνον· καὶ γὰρ ἐν ταύταις βλαστήσεις γίνονται φυτῶν. ἔοικε δὲ ἡ μὲν τῶν ποταμῶν ἔφοδος ἐπάγειν σπέρματα καὶ καρπούς, καὶ τοὺς ὀχετούς φασι τὰ τῶν ποιωδῶν· ἡ δ᾿ ἐπομβρία τοῦτο ποιεῖ ταὐτό· συγκαταφέρει γὰρ πολλὰ τῶν σπερμάτων, καὶ ἄμα σῆψίν τινα τῆς γῆς καὶ τοῦ ὕδατος· ἐπεὶ καὶ ἡ μίξις αὐτὴ τῆς Αἰγυπτίας γῆς δοκεῖ τινα γεννᾶν ὕλην.

---

Theophrastus, Enquiry into Plants, ed. Arthur Hort. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0093.tlg001.local001/.
