# Enquiry into Plants 1.5-6

Theophrastus, Enquiry into Plants, Θ, Chapter 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theophrastus/enquiry-into-plants/1.5-6

Βλαστάνει δὲ τὸ μὲν θᾶττον τὸ δὲ βραδύτερον· καὶ κριθὴ μὲν καὶ πυρὸς ἑβδομαῖα μάλιστα· προτερεῖ δὲ ἡ κριθὴ μᾶλλον· τὰ δ᾿ ὄσπρια τεταρταῖα ἢ πεμπταῖα πλὴν κυάμων· κύαμος δὲ καὶ τῶν σιτωδῶν ἔνια πλείοσιν· ἐνιαχοῦ γὰρ καὶ πεντεαιδεκαταῖος, ὁτὲ δὲ καὶ εἰκοσταῖος· δυσφυέστατον γὰρ τοῦτο πάντων, ἐὰν δὲ δὴ καὶ σπαρέντος ἐπὶ πλέον ὕδωρ ἐπιγένηται, καὶ παντελῶς. εἰ δὲ τῶν ἐν τοῖς ἠρινοῖς ἀρότοις θᾶττον ἡ ἔκφυσις διὰ τὴν ὥραν σκεπτέον.

---

Theophrastus, Enquiry into Plants, ed. Arthur Hort. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0093.tlg001.local001/.
