# Enquiry into Plants 1.6-2

Theophrastus, Enquiry into Plants, Γ, Chapter 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theophrastus/enquiry-into-plants/1.6-2

ἐνιαχοῦ δε, ἂν μόνον ὑπεργάσωνται καὶ κινήσωσιν, εὐθὺς ἀναβλαστάνει τὰ οἰκεῖα τῆς χώρας, ὥσπερ ἐν Κρήτῃ κυπάριττοι. γίνεται δὲ παραπλήσιόν τι τούτῳ καὶ ἐν τοῖς ἐλάττοσιν· ἄμα γὰρ κινουμένης ἀναβλαστάνει πόα τις ἐν ἑκάστοις. ἐν δὲ τοῖς ἡμιβρόχοις ἐὰν ὑπονεάσῃς φαίνεσθαί φασι τρίβολον. αὗται μὲν οὖν ἐν τῇ μεταβολῇ τῆς χώρας εἰσίν, εἴτε καὶ ἐνυπαρχόντων σπερμάτων εἴτε καὶ αὐτῆς πως διατιθεμένης· ὅπερ ἴσως οὐκ ἄτοπον ἐγκατακλειομένων ἅμα τῶν ὑγρῶν· ἐνιαχοῦ δὲ καὶ ὑδάτων ἐπιγινομένων ἰδιώτερον ἀνατεῖλαι ὕλης πλῆθος, ὥσπερ ἐν Κυρήνῃ πιττώδους τινὸς γενομένου καὶ παχέος· οὕτως γὰρ ἀνεβλάστησεν ἡ πλησίον ὕλη πρότερον οὐκ οὖσα. φασὶ δὲ καὶ τό γε σίλφιον οὐκ ὂν πρότερον ἐκ τοιαύτης τινὸς αἰτίας φανῆναι. τρόποι μὲν οὖν τοιοῦτοι τῶν τοιούτων γενέσεων.

---

Theophrastus, Enquiry into Plants, ed. Arthur Hort. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0093.tlg001.local001/.
