# Enquiry into Plants 1.6-6

Theophrastus, Enquiry into Plants, I, Chapter 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theophrastus/enquiry-into-plants/1.6-6

οὐ τὴν αὐτὴν δ᾿ ὥραν ἁπάντων αἱ ἐντομαὶ καὶ ἡ πῆξις, ἀλλὰ τὸ μὲν τῆς ἀμπέλου μάλιστα συνίστασθαί φασιν ἐὰν μικρὸν πρὸ τῆς βλαστήσεως τμηθῇ, τοῦ δὲ μετοπώρου καὶ ἀρχομένου τοῦ χειμῶνος ἧττον· καίτοι πρός γε καρποτοκίαν αἱ ὡραιόταται ταῖς γε πλείσταις αὗται. τῆς δὲ τερμίνθου καὶ τῆς πεύκης καὶ εἰ ἔκ τινων ἄλλων ῥητίνη γίνεται μετὰ τὴν βλάστησιν· τὸ δ᾿ ὅλον οὐκ ἐπέτειος ἡ τούτων, ἀλλ᾿ εἰς πλείω χρόνον ἡ ἐντομή. τὸν δὲ λιβανωτὸν καὶ τὴν σμύρναν ὑπὸ Κύνα φασὶ καὶ ταῖς θερμοτάταις ἡμέραις ἐντέμνειν· ὡσαύτως δὲ καὶ τὸ ἐν Συρίᾳ βάλσαμον.

---

Theophrastus, Enquiry into Plants, ed. Arthur Hort. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0093.tlg001.local001/.
