# Enquiry into Plants 1.6

Theophrastus, Enquiry into Plants, ΘEOΦPAΣTOΥ ΠEΡΙ ΦΥΤΩN ΙΣTOΡΙΑΣ, Chapter 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theophrastus/enquiry-into-plants/1.6

Αἱ δὲ τῶν μερῶν διαφοραὶ σχεδὸν ὡς τύπῳ λαβεῖν εἰσιν ἐν τρισίν, ἢ τῷ τὰ μὲν ἔχειν τὰ δὲ μή, καθάπερ φύλλα καὶ καρπόν, ἢ τῷ μὴ ὅμοια μηδὲ ἴσα, ἢ τρίτον τῷ μὴ ὁμοίως. τούτων δὲ ἡ μὲν ἀνομοιότης ὁρίζεται σχήματι χρώματι πυκνότητι μανότητι τραχύτητι λειότητι καὶ τοῖς ἄλλοις πάθεσιν, ἔτι δὲ ὅσαι διαφοραὶ τῶν χυλῶν. ἡ δὲ ἀνισότης ὑπεροχῇ καὶ ἐλλείψει κατὰ πλῆθος ἢ μέγεθος. ὡς δ᾿ εἰπεῖν τύπῳ κἀκεῖνα πάντα καθ᾿ ὑπεροχὴν καὶ ἔλλειψιν· τὸ γὰρ μᾶλλον καὶ ἦττον ὑπεροχὴ καὶ ἔλλειψις· τὸ δὲ μὴ ὁμοίως τῇ θέσει διαφέρει· λέγω δ᾿ οἶον τὸ τοὺς καρποὺς τὰ μὲν ἐπάνω τὰ δ᾿ ὑποκάτω τῶν φύλλων ἔχειν καὶ αὐτοῦ τοῦ δένδρου τὰ μὲν ἐξ ἄκρου τὰ δὲ ἐκ τῶν πλαγίων, ἔνια δὲ καὶ ἐκ τοῦ στελέχους, οἷον ἡ Αἰγυπτία συκάμινος, καὶ ὅσα δὴ καὶ ὑπὸ γῆς φέρει καρπόν, οἷον ἥ τε ἀραχίδνα καὶ τὸ ἐν Αἰγύπτῳ καλούμενον οὕϊγγον, καὶ εἰ τὰ μὲν ἔχει μίσχον τὰ δὲ μή. καὶ ἐπὶ τῶν ἀνθέων ὁμοίως· τὰ μὲν γὰρ περὶ αὐτὸν τὸν καρπὸν τὰ δὲ ἄλλως.

---

Theophrastus, Enquiry into Plants, ed. Arthur Hort. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0093.tlg001.local001/.
