# Enquiry into Plants 10.1-6

Theophrastus, Enquiry into Plants, I, Chapter 10. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theophrastus/enquiry-into-plants/10.1-6

X. Ὁ δὲ ἐλλέβορος ὅ τε μέλας καὶ ὁ λευκὸς ὥσπερ ὁμώνυμοι φαίνονται· περὶ δὲ τῆς ὄψεως διαφωνοῦσιν· οἱ μὲν γὰρ ὁμοίους εἶναι, πλὴν τῷ χρώματι μόνον διαφέρειν τὴν ῥίζαν τοῦ μὲν λευκὴν τοῦ δὲ μέλαιναν· οἱ δὲ τοῦ μὲν μέλανος τὸ φύλλον δαφνῶδες τοῦ δὲ λευκοῦ πρασῶδες, τὰς δὲ ῥίζας ὁμοίας πλὴν τῶν χρωμάτων. οἱ δ᾿ οὖν ὁμοίους λέγοντες τοιάνδε φασὶν εἶναι τὴν μορφήν· καυλὸν μὲν ἀνθερικώδη βραχὺν σφόδρα· φύλλον δὲ πλατύσχιστον, παρόμοιον σφόδρα τῷ τοῦ νάρθηκος, μῆκος δ᾿ ἔχον· εὐθὺ δ᾿ ἐκ τῆς ῥίζης ἠρτημένον καὶ ἐπιγειόφυλλον· πολύρριζον δ᾿ εὖ μάλα ταῖς λεπταῖς καὶ χρησίμοις.

---

Theophrastus, Enquiry into Plants, ed. Arthur Hort. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0093.tlg001.local001/.
