Ancient Greek
I, Chapter 10
Theophrastus, Enquiry into Plants 10.2-6
Not analysed yet
Ἀναιρεῖν δὲ τὸν μὲν μέλανα καὶ ἵππους καὶ βοῦς καὶ ὗς, δι᾿ ὃ καὶ οὐδὲν νέμεσθαι τούτων· τὸν δὲ λευκὸν νέμεσθαι τὰ πρόβατα καὶ ἐκ τούτου πρῶτον συνοφθῆναι τὴν δύναμιν καθαιρομένων ἐκείνων· ὡραῖος δὲ μετοπώρου, τοῦ δ᾿ ἦρος ἄωρος· ἀλλὰ πρὸς τὴν πυλαίαν οἱ ἐκ τῆς Οἴτης συλλέγουσι· πλεῖστος γὰρ ἐνταῦθα φύεται καὶ ἄριστος· μοναχοῦ δὲ φύεται τῆς Οἴτης περὶ τὴν Πυράν. Μίσγεται δὲ πρὸς τὴν πόσιν, ὅπως εὐεμὲς ᾖ, τὸ τῆς ἐλλεβορίνης σπέρμα· τοῦτο δ᾿ ἐστὶ ποάριον.