Ancient Greek
I, Chapter 10
Theophrastus, Enquiry into Plants 10.4-6
Not analysed yet
Ἄριστος δὲ πάντων καὶ τούτων καὶ τῶν ἄλλων ὁ Οἰταῖος. ὁ δὲ Παρνάσιος καὶ ὁ Αἰτωλικός, γίνεται γὰρ καὶ ἐνταῦθα καὶ πολλοὶ καὶ ὠνοῦνται καὶ πωλοῦσιν οὐκ εἰδότες, σκληροὶ καὶ ἄγαν περισκελεῖς. ταῦτα μὲν οὖν ὅμοια ταῖς μορφαῖς ὄντα ταῖς δυνάμεσι διαφέροντα. Καλοῦσι δὲ τὸν μέλανά τινες ἔκτομον Μελαμπόδιον, ὡς ἐκείνου πρῶτον τεμόντος καὶ ἀνευρόντος. καθαίρουσι δὲ καὶ οἰκίας αὐτῷ καὶ πρόβατα συνεπᾴδοντές τινα ἐπῳδὴν καὶ εἰς ἄλλα δὲ πλείω χρῶνται.